Στίχ. Ὡς ἐκλείπει καπνός, ἐκλιπέτωσαν, ὡς τήκεται κηρὸς ἀπὸ προσώπου πυρός. Δεῦτε ἀπὸ θέας Γυναῖκες εὐαγγελίστριαι, καὶ τῇ Σιὼν εἴπατε· Δέχου παρ΄ ἡμῶν χαρᾶς εὐαγγέλια, τῆς Ἀναστάσεως Χριστοῦ, τέρπου, χόρευε, καὶ ἀγάλλου Ἱερουσαλήμ, τὸν Βασιλέα Χριστόν, θεασαμένη ἐκ τοῦ μνήματος, ὡς νυμφίον προερχόμενον. Στίχ. Αὕτη ἡ ἡμέρα, ἣν ἐποίησεν ὁ Κύριος, ἀγαλλιασώμεθα, καὶ εὐφρανθῶμεν ἐν αὐτῇ. Πάσχα τὸ τερπνόν, Πάσχα Κυρίου Πάσχα, Πάσχα πανσεβάσμιον ἡμῖν ἀνέτειλε, Πάσχα, ἐν χαρᾷ ἀλλήλους περιπτυξώμεθα, ὦ Πάσχα λύτρον λύπης· καὶ γὰρ ἐκ τάφου σήμερον ὥσπερ ἐκ παστοῦ, ἐκλάμψας Χριστός, τὰ Γύναια χαρᾶς ἔπλησε λέγων· Κηρύξατε Ἀποστόλοις. Δόξα… Καὶ νῦν… Ἀναστάσεως ἡμέρα, καὶ λαμπρυνθῶμεν τῇ πανηγύρει, καὶ ἀλλήλους περιπτυξώμεθα. Εἴπωμεν ἀδελφοί, καὶ τοῖς μισοῦσιν ἡμᾶς· Συγχωρήσωμεν πάντα τῇ Ἀναστάσει, καὶ οὕτω βοήσωμεν· Χριστὸς ἀνέστη ἐκ νεκρῶν, θανάτῳ θάνατον πατήσας, καὶ τοῖς ἐν τοῖς μνήμασι, ζωὴν χαρισάμενος. Ζωντανή ηχογράφηση του έτους 2019 από τον Ιερό Ναό του Ευαγγελισμού της Θεοτόκου και της Αγίας Φωτεινής Υμηττού. Ψάλλει ο Άρχων Πρωτοψάλτης κ. Γεώργιος Τρ. Γεροντάκης.

Απλές προσευχές για πρωί και βράδυ.
Σύντομες αλλά ισχυρές προσευχές προς τον Κύριο Ιησού Χριστό, την Υπεραγία Θεοτόκο και τους Αγγέλους, οι οποίες έχουν πραγματική αξία μόνο εάν λέγονται με μετάνοια, ταπείνωση και βαθιά πίστη. “Κύριε ημών Ιησού Χριστέ, Υιέ του Θεού, ελέησόν με τον αμαρτωλόν (ήν).” “Πάσαι αι ουράνιαι δυνάμεις των αγίων Αγγέλων και Αρχαγγέλων, πρεσβεύσατε υπέρ ημών.” “Μνήσθητί μου, Κύριε, όταν έλθης εν τη βασιλεία σου” (Λουκά 23, 42). “Απόστολοι του Χριστού και πάντες Άγιοι, πρεσβεύσατε υπέρ ημών.” “Αγία Τριάς ο Θεός, ελέησον και σώσον ημάς.” “Μέγα το Όνομα της Αγίας Τριάδος.” “Παναγία Τριάς φώτισον ημάς τι δεί ημάς ποιείν και λέγειν!” “Υπεραγία Θεοτόκε, πρέσβευε υπέρ ημών.” “Ταις πρεσβείαις της Θεοτόκου, Σώτερ, σώσον ημάς.” “Σταυρέ του Χριστού πανσεβάσμιε, σώσον ημάς τη δυνάμει Σου.” “Δόξα σοι ο Θεός ημών, δόξα σοι.” “Ο Θεός, ιλάσθητί μοι, τώ αμαρτωλώ, και ελέησόν με.” “Ελέησόν με, ο Θεός, ελέησόν με κατά το μέγα έλεός Σου.”